Αλέξανδρος Παπαδιαμάντης: Υμνογραφικά – Β´ ΥΜΝΟΓΡΑΦΗΜΑΤΑ ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΓΟΡΓΟΕΠΗΚΟΟΝ οὗ ἡ ἀκροστιχίς· “Νήφων Ἀλέξανδρός τε τῇ μεσιτρίᾳ”, ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.…! #2 (Photo)



Ὡς μεθύων ἀπαύστως, ὡς ὑβριστὴς Πάναγνε, καὶ ὡς ῥᾳθυμῶν ἐγενήθην ἐν ταῖς ἡμέραις μου, ταῖς πονηραῖς ἀληθῶς· ἡ προστασία μου σφόδρα ἐμακρύνθη· σῶσόν με, νήφειν με ποίησον.

Νήφων εἴην, Παρθένε, ἐν τῷ ναῷ σήμερον, τῆς ἀφθάρτου δόξης ἣν ἔχεις, λαβοῦσα Δέσποινα, ἐκ τοῦ Υἱοῦ καὶ Θεοῦ, μὴ ὀνειδίσῃ με μέθην, Φινεὺς Ὀφιονεύς τε, ὁ τούτου κασίγνητος.

Ἀποροῦσα ἐκείνη, ὅπως στοργὴν τρέψειε, τὴν τῆς στειρωθείσης νηδύος, ᾔτει δακρύουσα καρπὸν τῆς μήτρας αὐτῆς· στοργὴν δ᾿ ἐγὼ κεκτημένος, σὲ οὐκ ἔχω Δέσποινα, ὅπως ὑμνήσω σε.

Λυμαντὴρ τῆς Εἰκόνος, τῆς σῆς σεπτῆς Ἄχραντε, καὶ βεβηλωτής τις ὁ πάλαι Νεῖλος γενόμενος, οὐκ ἦν μακρὰν δεδορκώς· ἐμὲ δὲ θέμις πῶς βλέπειν, ὅλην βεβηλώσαντα τὴν τοῦ ποιήσαντος.

Comments are closed.