Αλέξανδρος Παπαδιαμάντης: Υμνογραφικά – Β´ ΥΜΝΟΓΡΑΦΗΜΑΤΑ ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΓΟΡΓΟΕΠΗΚΟΟΝ οὗ ἡ ἀκροστιχίς· “Νήφων Ἀλέξανδρός τε τῇ μεσιτρίᾳ”, ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας…! #1 (Photo)


ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Νεκρῶσαι τὸν ἔξω ἐπιποθῶν καὶ ζωοποιῆσαι νεκρωθὲν τὸ πνευματικόν, πρὸς σὲ μόνην, Ἄχραντε, προστρέχω, τὴν ἀρωγὸν τὴν ἐμήν, καὶ προστάτιδα.

Ἡ κόσμον φωτίσασα τὸν τυφλόν, καὶ τὸν τῆς μορφῆς σου ἐπιτρίψασα καπνιστήν, καὶ τοῦτον οἰκτείρασα δὲ πάλιν, σὺ φώτισόν με, σεμνὴ παναμώμητε.

Φωνῆς σου ἀκούων τῆς φοβερᾶς, οὐχ ὅμως συνῆκεν ὁ ἀμόναχος μοναχός, πλὴν τοῦτον ἐπαίδευσας παιδείᾳ, τοῦ συνιέναι καὶ σῴζεσθαι, Πάναγνε.

Leave a Reply